Άγιοι - Πατέρες - ΓέροντεςΣυναξαριακές Μορφές

Σάββατο Τυρινής. Όρθρος

28 Φεβρουαρίου 2009

askitesΣήμερα Σάββατο της Τυρινής, στον όρθρο, υμνούνται ΟΛΟΙ οι ασκητές του Κυρίου Ιησού ημών Χριστού. Σας παραθέτουμε κάποιους ύμνους από τον όρθρο της εορτής, όπου αναφέρονται τα ονόματα μερικών από αυτούς (ανδρών και γυναικών), προκειμένου να τους τιμήσουμε και εμεις:

 

Πάντες ἐν ᾠδαῖς πνευματικαῖς, τοὺς ἐν ἀσκήσει λάμψαντας, θείους Πατέρας ἡμῶν, ὑμνήσωμεν συμφώνως, οὓς ἤνεγκεν Αἴγυπτος, Θηβαῒς καὶ Λιβύη, ἅπας τόπος, καὶ πόλις, καὶ χώρα.

Χαίροις Μοναστῶν ὁ ἀρχηγός, Ἀντώνιε πανένδοξε, Ἀμμοὺν ὁ θεοφόρος, τὸ τῆς νηστείας κλέος, Ἀρσένιε Ἀγγελε, κράτος τῆς ἡσυχίας, καὶ Ἀμμωνᾶς ὁ πνευματοφόρος.

Τέρπου σκεῦος ὄντως τοῦ Θεοῦ, Ἀγάθων ἱερόψυχε, Ἀχιλλὰ καὶ Ἀμώη, τὰ ἄνθη τῆς ἐρήμου, Ἀνούβ, καὶ Ἀλώνιε, Ἀμοναθά, καὶ Ἄνθιμε, τῶν ἀρετῶν φαιδροὶ μαργαρῖται.

Λύχνοι διακρίσεως ἡμῖν, ὑμνείσθω Ἄρης σήμερον, καὶ Ἀπολλὼς ὁ μέγας, ὑπακοῆς δὲ φῶτα, Ἀθρὲ καὶ Ἀκάκιος, τούτοις καὶ Ἀββακύρης, συνεκλάμπει, ὥς τις ἑωσφόρος.

Ὄρος πολιτείας ὑψηλῆς, ἀνέφανεν Αὐξέντιος, ἀθλητὴς δὲ ἁγνείας, Ἀβράμιος, ὁ μέγας, μεθ’ ὧν Ἀφροδίσιος, στῦλος τῆς ἐγκρατείας ἀνεδείχθη, σὺν Ἀθηνοδώρῳ.

Λάμπει ὡς ἀστὴρ ἐν οὐρανῷ, ἐν ἀσκηταῖς Ἀμμώνιος καὶ ὁ θεῖος Ἀνίνας· αὐγάζει δὲ σὺν τούτοις, καὶ ὁ μέγας Ἀντίοχος, Ἀγαπητὸς ὁ πάνυ, εἴς τις ἄλλος, σὺν τούτοις αὐγάζει.

Ὕμνοις εὐφημοῦμεν ἱεροῖς, τὸν μέγαν Ἀθανάσιον, τὸν ἐν τῷ ὄρει λαμπρῶς, ἀσκήσαντα τοῦ Ἄθω, φωστῆρα τὸν μέγιστον πάσης τῆς οἰκουμένης, οὗ πρεσβείαις σῳζόμεθα πάντες.

Βίοις θεοπνεύστοις ἀληθῶς, Παράδεισος ἐδείχθητε, τῆς Ἐκκλησίας σοφοὶ μακάριοι Πατέρες, οἳ πάντες κατ’ ὄνομα, ὑπὲρ ἡμῶν πρεσβείαν, τῷ Κυρίῳ ποιεῖτε ἀπαύστως.

Δεῦτε φιλομάρτυρες πιστοί, τιμήσωμεν τοὺς Μάρτυρας, ἐν ἐτησίοις ᾠδαῖς, καὶ ᾄσμασιν ἐν πίστει, Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾄδοντες καὶ βοῶντες· ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότῃ.

Τρία μιᾶς φύσεως ὑμνῶ, πρόσωπα αὐθυπόστατα, ἀγέννητον Πατέρα, Υἱὸν τὸν γεννηθέντα, καὶ Πνεῦμα τὸ ἅγιον, ἄναρχον βασιλείαν, ἐξουσίαν, Θεότητα μίαν.

Χαίροις, ὁ πανάγιος Ναός, ὁ πόκος ὁ θεόδροσος, ἐσφραγισμένη πηγή, τοῦ ἀθανάτου ῥείθρου, τὴν πόλιν σου Δέσποινα, φύλαττε ἐκ παντοίων, πολεμίων ἀπολιορκήτως.

Ὀσμῆς νῦν πληρούμεθα, ὡς εἰς Παράδεισον ἄλλον θέοντες, τῶν θεοφυτεύτων ἀρετῶν τῶν Ἀσκητῶν, ἃς ἐν ἐγκρατείᾳ, καὶ δάκρυσιν ἤνθησαν, ποικίλως καρποφοροῦντες, πολιτείας τῷ Θεῷ οἱ ὁσιώτατοι.

Μέγας Βησσαρίων, πτηνῶν τὸν βίον ζῶν, ἄλλος Ἄγγελος, νέος Ἰὼβ πάλιν, ὁ στερρὸς Βενιαμίν, ἀλλὰ καὶ Βιτάλιος λαμπτήρ, πόρνας σῴζων Θεῷ, Βυτίμιος δὲ ὁ θεῖος, καὶ ὁ κλεινὸς Βαβύλας, σὺν τούτοις ὑμνείσθωσαν.

Ὕψει πολιτείας, οὐράνιος γέγονας ὦ Βενέδικτε, οἶκος δὲ σοφίας, ὁ ποιμὴν Βασιανός, ἀλλὰ καὶ Βασίλειός τις, ἦρε στέφανον ὑπακοῆς· τῷ τάφῳ γὰρ ζῶν οἰκήσας, διαδείκνυσιν ἡμῖν ὑπακοῆς τὸ λαμπρόν.

Ὕμνος Γελασίῳ, οὗτος ἀοίδιμος βασιλεὺς παθῶν· αἶνος Γερασίμῳ, ᾧ δεδούλευκεν ὁ θήρ· εἶκε γὰρ αὐτῷ, δι’ ἀρετῆς τελειότητα, δόξα καὶ Γερμανῷ, τῷ πατρί, σύν Γαΐῳ τῷ σοφῷ θεραπευτῇ τοῦ Χριστοῦ.

Δαυῒδ Θεσσαλονίκης, γέρας καὶ καύχημα, ὁ θεόληπτος Δανιήλ, αἰνείσθω ὁ ἐν θαύμασι πολύς, ἔργῳ δὲ καὶ λόγῳ Δανιὴλ ὁ τῆς Σκήτεως Δῖός τε καὶ Δάλματος, ἀρχηγοὶ τῶν μοναστῶν, ἔρεισμα πίστεως.

Ἀστέρων διαυγείας, ὑποταγὴ πολλῷ κρείττους ἔδειξεν, ὡς δύο φωστῆρας καταλάμποντας ἡμᾶς, Δομετιανόν τε καὶ Δομέτιον τοὺς θεόφρονας, σὺν τούτοις καὶ οἱ ἀνώνυμοι, ἐνδόξως ἀνυμνείσθωσαν.

Ὄλβος ἀκένωτος, πιστῶν τὴν λάρνακα προκατέλαβε, τῶν ὑπὲρ Κυρίου ἀθλησάντων εὐσεβῶς· δεῦτε οἱ πιστοὶ μαρτυρικῶς τούτοις ᾄσωμεν, καρπούμενοι τὰς ἰάσεις τῶν ψυχῶν, καὶ σωμάτων διὰ πίστεως.

Ὑπερτελεστάτη, Μονάς, ὑπέρθεε τρισυπόστατε, ἀγέννητε Πάτερ, καὶ Υἱὲ μονογενές, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευθέν, δι’ Υἱοῦ δὲ φανέν, οὐσία μία καὶ φύσις, κυριότης βασιλεία, σῶσον πάντας ἡμᾶς.

Μόνη εἰσήγαγες, τῇ ἀνθρωπότητι ξένην γέννησιν, μόνη οὐχ ὑπέστης, τὴν ἐκ φύσεως φθοράν, ἄσπορον ἀφθόρως, τοκετὸν ὑπομείνασα· διό σε ὡς Θεοτόκον, κατὰ χρέος οἱ πιστοί, Ἁγνὴ δοξάζομεν.

Εἰς ἄλλον Παράδεισον, εἰσιόντες ἀρετῶν, τῶν θεσπεσίων Πατέρων, τοῖς τούτου γευσώμεθα, ἀειζωοπαρόχου, ἐμψύχου τρυφήσεως, πιστῶς ἀνευφημοῦντες αὐτούς.

Τιμάσθω Εὐθύμιος, ὁ φανώτατος ἀστήρ, ὁ ἑωσφόρος Ἑλλάδιος, Ἐφραὶμ ὁ θεόπνευστος, σὺν Εὐλογίῳ τῷ πάνυ, οἱ ἔργοις καὶ θαύμασιν, ἀστράψαντες τοῖς πέρασιν.

Ὑμνείσθω ἐν ᾄσμασι, Ζωσιμᾶς ὁ θαυμαστός, καὶ Ζαχαρίας ὁ πάντιμος, καὶ Ζήνων, καὶ Ζώϊλος, Ἡσαΐας ὁ μέγας, Ἠλίας ὁ ἔνδοξος, σὺν τούτοις γεραιρέσθωσαν.

Τῆς Θέρμης Θεόδωρον, τὸν πανάγαστον ὑμνῶ, καὶ τοῦ Ἐννάτου τὸν πάνυμνον, μεθ’ ὧν καὶ Θεόδουλον, σὺν Θεωνᾷ ἀναμέλπω· τιμῶ τὸν θεσπέσιον, καὶ μέγαν Θεοδόσιον.

Αἰνείσθω Θεόκτιστος, ὁ πανάριστος ποιμήν, καὶ ὁ ὑψίνους Θαλάσσιος, ὁ μέγας Θεόδωρος, ὁ κληθεὶς Συκεώτης, σημείοις καὶ τέρασι, φανεὶς ἐπὶ τῆς γῆς ὑψηλός.

Ἀστέρες ἀνίσχουσιν, ἄλλοι πάλαι παμφαεῖς, ὁ κολοβὸς Ἰωάννης, σὺν τοῖς ἐν τῇ κλίμακι, τρισὶ φαεσφόροις, σὺν πλείοσιν ἄλλοις τε, ἐνδόξως καταλάμποντες.

Τιμήσωμεν ᾄσμασι, καὶ ᾠδαῖς πνευματικαῖς, οἱ συνελθόντες φιλέορτοι, Μαρτύρων τὴν πάνσεπτον, καὶ ἐτήσιον μνήμην· ἀεὶ γὰρ πρεσβεύουσι Χριστῷ, ὑπὲρ τοῦ γένους ἡμῶν.

Τριὰς ὁμοούσιε, καὶ ὑπέρθεε Μονάς, ἡ διαιρέσει τὴν ἕνωσιν καὶ ἔμπαλιν ἔχουσα, τοῖς προσώποις τὴν φύσιν, εἰς ἓν ἡμᾶς σύναψον θέλημα τῶν σῶν ἐντολῶν.

Σκηνήν σε θεότευκτον, προδιέγραψε Μωσῆς, τοῖς Σεραφὶμ συγκαλύπτουσαν, Ἁγίων τὰ Ἅγια, προτυπῶν σου Παρθένε, τὸν τόκον τὸν ἄχραντον, Χριστὸν σαρκὶ τραφήσεσθαι.

Ἀντωνίου τὸ πρᾶον καὶ καθαρόν, Εὐθυμίου τὸ μέγα καὶ θαυμαστόν, Παύλου Ἀρσενίου τε, τὸ ἀμιγὲς καὶ ἡσύχιον, Θεοκτίστου τὸ κλέος, καὶ τῶν λοιπῶν Ὁσίων, ἁπάντων τὰ τάγματα, οἱ πιστοὶ δοξάσωμεν, καὶ συνευφημήσωμεν, ἐν ᾠδαῖς σὺν τούτοις, Εὐπραξίαν τὴν παρθένον, σὺν πάσαις ὑμνήσωμεν, γυναικῶν ταῖς θεόφροσι, καὶ συμφώνως βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

Τοὺς δεσμοὺς διαρρήξαντες τῶν παθῶν, ἐκολλήθητε πόθῳ τῶν ἀγαθῶν, δόξαν ὑπερκόσμιον, ἐν Χριστῷ ἐνεδύσασθε, ἐξ οἰκείων κόπων, εὑρόντες ἀνάπαυσιν, ἐγκρατείας πόνοις, τυχόντες τῆς ἄνω ζωῆς· ὅθεν ἐπαξίως συνευφραίνεσθε ἅμα, ταῖς ἄνω Δυνάμεσι, γηθοσύνως ἐν ᾄσμασι, τῷ Θεῷ παριστάμενοι, Θεοφόροι Πατέρες ἡμῶν, τῶν πταισμάτων ἄφεσιν αἰτήσασθε, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Εἰς ἰλὺν ἐνεπάγην ἁμαρτιῶν, καὶ οὐκ ἔστιν ὑπόστασις ἐν ἐμοί, δεινῶς κατεπόντισε, καταιγὶς τῶν πταισμάτων μου, ἀλλ’ ὡς τεκοῦσα Λόγον, τὸν μόνον φιλάνθρωπον, ἐπ’ ἐμὲ τὸν δοῦλόν σου, ἐπίβλεψον δέομαι, ῥῦσαι ἁμαρτίας, καὶ παθῶν ψυχοφθόρων, καὶ πάσης κακώσεως, τοῦ ἀλάστορος Δέσποινα, ἵνα ψάλλω γηθόμενος· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

Λαμπτὴρ κοσμοφανής, ὁ θεῖος Ἱλαρίων, ὄρος γνωστικόν, ὁ μέγας Ἰουστῖνος· μεθ’ ὧν Ἱέραξ τιμάσθω, καὶ Ἰβηστίων, οἱ ἀριστόκλεοι, σὺν τῷ Ἰωσήφ.

Καὶ Ἱερεμίας, ἤστραψε τῷ βίω, ὤφθη δὲ καὶ σθένος μέγα Ἰσχυρίων· μεθ’ ὧν πυρσεύει Καρίων, Κόπρης καὶ Κάστωρ, Κασσιανὸς δὲ δι’ ἀμφοῖν παγκαλλής.

Ἄγαμαι Καλλίστου, τὰς χρηστολογίας, αἰνῶ τὰς Λαυρεντίου ἀγαθοεργίας, τὴν εὐπραξίαν Λογγίνου διαφημίζω, καταγεραίρω τὰς τοῦ Λὼτ ἀρετάς.

Λεόντιον ὑμνῶ, βυθὸν θεολογίας, Μάξιμον δὲ μέλπω, πέλαγος δογμάτων, Μαρκιανὸν ἐγκαλλώπισμά τε, καὶ Μᾶρκον, τὸν εὐπειθῆ καί, τὸν θεάκουστον.

Γέρας ἀρετῶν, Μακάριος ὁ μέγας, ὁ Πολιτικὸς δὲ χρῆμα εὐσεβείας, ἀνακηρύττεται τούτοις Μᾶρκος ὁ πάνυ, σὺν Δαλματώῃ, ὁ αἰθίοψ Μωσῆς.

Μαρτινιανοῦ, καὶ Μάλχου μεγαλύνω τοὺς ὑπὲρ ἁγνείας δρόμους τε καὶ ἄθλους, τὸ εὐπραγὲς δὲ Μαρκέλλου τοῦ ποιμενάρχου, τιμῶ καὶ Μίλλην τὸν νεκρέγερτον.

Μάρτυρες Χριστοῦ, ἀπαύστους ἱκεσίας, τῷ Δημιουργῷ, προσάγετε καὶ κτίστου, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ τῶν τιμώντων, ὑμῶν τὴν μνήμην ἐν τοῖς ᾄσμασι.

Ξένον ὅτι ἕν, καὶ τρία ἡ Θεότης, ὅλη ἐν τρισί, προσώποις ἀμερίστως· Πατήρ, Υἱὸς γὰρ καὶ Πνεῦμα ἅγιόν ἐστι, τὰ προσκυνούμενα ἐν φύσει μιᾷ.

Χαῖρε τοῦ Θεοῦ, εὐρύχωρον χωρίον, χαῖρε κιβωτέ, τῆς νέας Διαθήκης, χαῖρε ἡ στάμνος, το μάννα ἐξ ἧς ἐδόθη, πᾶσι βροτοῖς τὸ ἐπουράνιον.

Τοῦ ἐν Ἐδὲμ Παραδείσου, δεῦτε ἴδωμεν ἄνθη ἀείζῳα, τὰ θεοβλαστούργητα, Πατέρων σπουδάσματα, ὧν ὑπάρχει μόνος γεωργὸς ὁ Κύριος.

Νείλου τοῖς ῥείθροις τῶν λόγων, καταρδεύεται πᾶσα, νοερὰ ψυχή, Ναυκρατίου Νίκωνος, τοῖς βίοις λαμπρύνεται, σὺν Ναθαναὴλ δέ, καὶ Νισθένωρ τέρπει αὐτήν.

Ὁ Ξενοφῶν σὺν υἱέσιν, ἀρεταῖς ἀπαστράπτων, φωτίζει ἡμᾶς, μέγας δὲ Ὀρσήσιος, ὑπὲρ δὲ Ὀνούφριος, τὸν Ποιμένα δέ, τίς ἀξιολογήσει βροτῶν;

Παμβὼ καὶ πράξει καὶ λόγῳ, μακαριζέσθω ἀξίως, ὡς ὑψηλός· εἴργων δὲ τοὺς δαίμονας Πούπλιος ὁ ἔνδοξος, δοξαζέσθω ἴσα, ὁ λαμπρὸς Πιννούφριος.

Ἀξιοχρέως τιμάσθω, ὁ περίδοξος ὄντως Παφνούτιος, Πίωρ, Πατερμούθιος Παῦλος ὁ ἁπλούστατος, Πιτυροὺν ὁ μέγας καὶ Πατέρων ἔξοχος.

Λαμπρῶς ἐγκωμιαζέσθω, ὁ φωστήρων φωστήρ, ὁ Παχώμιος, Παλάμων ὁ σύναθλος, ὁ θεῖος Πετρώνιος, Πασσαρίων σὺν τούτοις, θείαις ἐξυμνείσθω ᾠδαῖς.

Ἀθλητικῶς ἐν σταδίῳ, τὸν Χριστὸν Θεὸν ἀνακηρύξαντες, ἀήττητοι Μάρτυρες, στεφάνους ἐλάβετε, καὶ χορεύετε σὺν τοῖς Ἀσωμάτοις χοροῖς.

Ταῖς ὑποστάσεσι τρία, εἰ καὶ φύσει τὸ ἕν, Θεότης ἐστίν· εἰς ἃ βεβαπτίσμεθα, καὶ οἷς περ πιστεύομεν, ὁ Πατήρ, ὁ Λόγος, καὶ τὸ Πνεῦμα τὸ συμφυές.

Ἡ διὰ λόγου τὸν Λόγον, ὑπὲρ λόγον τεκοῦσα Πανάχραντε, αὐτὴν ἱκετεύουσα, μὴ παύσῃ δεόμεθα, ἐκ κινδύνων ἀεὶ ῥύσασθαι τὴν ποίμνην σου.

Θαυμαστοὶ οἱ πανσέβαστοι, Πατέρες ἡμῶν, ὧν οἱ θεῖοι ἆθλοι, ὧν τὰ παλαίσματα, ὧν αἱ ἰάσεις· τίς γὰρ πλὴν τούτων, ἔδειξε τεράτων ἰσχύν;

Ῥαβουλᾶς ὁ θαυμάσιος, καὶ Ῥοῦφος ὁμοῦ, καὶ Σισώης ἅμα ὁ ἰσάγγελος ἀνευφημείσθω, μεθ’ ὧν ὁ θεῖος Σέριδος, καὶ Σιλουανός.

Οὐρανὸς τετραφώστηρος, ἐφάνη ἐν γῆ, ἡ δὶς δύο αὕτη, Συμεώνιος ὁμωνυμία· οἳ ἐν τοῖς στύλοις τρεῖς εἰσι, καὶ εἷς ὁ Σαλός.

Μέσον ἄστρων ὡς ἥλιος, ὧν ἦν ἀρχηγός, ὁ ἡγιασμένος Σάββας ἤστραψε, μεθ’ ὃν αὐγάζει καὶ Σεραπίων, πράξεσι, σὺν τῷ Σιλβανῷ.

Σαρματᾶς καὶ Τιμόθεος, Τιθόης ὁμοῦ, σὺν Ὑπερεχίῳ, καὶ Φαρμούθιος, Φωκᾶς, Χαρίτων, Χαιρήμων, Ψόης ὑμνείσθω, καὶ Ὢρ ὁ σοφός.

Ἡ ἁγία καὶ ἔνδοξος, Πατέρων πληθύς, ἡ μνημονευθεῖσα, καὶ ἀνώνυμος, ῥῦσαι κινδύνων, τοὺς πόθῳ τὰ μνημόσυνα τελοῦντας ὑμῶν.

Θαυμαστὸς εἶ φιλάνθρωπε, ἐν σοῖς Ἀθληταῖς, ὧν οἱ θεῖοι ἆθλοι, ὧν τὰ θαύματα, ὧν αἱ ἰάσεις, ὧν ταῖς πρεσβείαις, σῶσον ἡμᾶς Κύριε.

Σὲ τριὰς ὑπεράρχιε, καὶ θεία μονάς, φῶς καὶ φῶτα μέλπω, ζωὴν καὶ ζωάς, Νοῦν Λόγον, Πνεῦμα ἅγιόν τε, καὶ ἅγια, τὸν ἕνα Θεόν.

Ἐκ τῆς ῥίζης ἀνέτειλε, σοῦ ἄνθος ζωῆς, Ἰεσσαὶ προπάτορ, ἀνασκίρτησον, ὁ σῴζων κόσμον, ἐκ τῆς ἁγνῆς Νεάνιδος, Χριστὸς ὁ Θεός.

Ὡς εὐσεβείας κήρυκας, καὶ ἀσεβείας φίμωτρα, τῶν θεοφόρων τὸν δῆμον ἐφαίδρυνας, Κύριε, τὴν ὑφήλιον λάμποντα. Ἐν εἰρήνῃ τελείᾳ, ταῖς αὐτῶν ἱκεσίαις, τούς σὲ δοξάζοντας καὶ μεγαλύνοντας, διαφύλαξον, ψάλλειν καὶ ᾄδειν σοι, Ἀλληλούϊα.

Τοῖς τοῦ βίου τερπνοῖς ἐνητένισα, λογισμοῖς θεωρῶν τὰ γινόμενα, καὶ μετρήσας αὐτῶν τὰ ἐπώδυνα, τὴν ζωὴν τῶν βροτῶν ἐταλάνισα, ὑμᾶς δὲ μόνους ἐμακάρισα, τοὺς μερίδα καλὴν ἐπιλεξαμένους, τὸ παθεῖν τῷ Χριστῷ, καὶ μένειν σὺν αὐτῷ, καὶ συμψάλλειν ἀεὶ τῷ Προφήτῃ Δαυΐδ, Ἀλληλούϊα.

Δεῦτε προσοίσωμεν ὕμνους κατὰ χρέος, γυναιξὶ ταῖς ὁσίως βιωσάσαις, καὶ ἰσαγγέλως· Ὧν ἱκεσίαις, κράζομεν· Ὁ Θεὸς σῶσον πάντας ἡμᾶς.

Ἡ χριστοφόρος Βρυαίνη, σὺν τῇ θείᾳ Φεβρωνίᾳ τιμάσθω, καὶ Θωμαΐιδι, καὶ Ἱερείᾳ, καὶ Πλατωνὶς δὲ ᾄδεται, σὺν αὐταῖς καὶ Μελανθία πιστῶς.

Ταῖς ἀγγελόφροσιν αἶνος Εὐπραξίαις, σὺν δυσὶ Θεοδώραις, Ἀναστασίαις ταῖς πανολβίαις, ὕμνος καὶ δόξα ἄπαυστος, θαυμαστῶς λατρευσάσαις Θεῷ.

Ἡ Αἰγυπτία Μαρία, φῶς ἐν κόσμῳ, καὶ ἡ Μαρῖνος κληθεῖσα, ἄστρον ὤφθη τῇ οἰκουμένῃ, ἡ Εὐφροσύνη ἥλιος, ἀρεταῖς ἀπαστράπτουσα.

Πυρσοφαὴς Θεοδούλη καὶ ἐν ἀσκήσει, σὺν ταύτῃ αὐγάζει, Θεοδότη καὶ Ἰουλίττα, καὶ συνεκλάμπει πράξεσιν, Ἰσιδώρα ἡ πανόλβιος.

Ἡ οὐρανόφρων Μαρίνη νῦν τιμάσθω, σὺν τῇ μεγάλη Ματρώνῃ· Συγκλητικὴ δὲ καὶ ἡ Σάρρα, σὺν τῇ Ἰούστῃ ᾄσμασιν, ὡς σοφαὶ ἀνυμνείσθωσαν.

Πελαγία ὁ Ἀγγελος Κυρίου, Ταϊσία, ὁ λύχνος τῆς μετανοίας, συναδέσθω, καὶ εἴ τις ἄλλη, ἔλαμψε Γυναικῶν ἐν ἀσκήσει.

Τῶν Ἀθλοφόρων τὴν μνήμην ἐκτελοῦντες, δυσωποῦμεν τὸν μόνον Ζωοδότην, τοῦ καταπέμψαι τοῖς ἀνυμνοῦσιν ἔλεος, καὶ πταισμάτων συγχώρησιν.

Σὺν τῷ Υἱῷ τὸν Πατέρα προσκυνοῦμεν, καὶ τὸ ἅγιον Πνεῦμα ὁμοφρόνως, δοξολογοῦντες πιστῶς βοῶμεν· Δόξα σοι Τριὰς μονάς, ὁ Θεὸς ἡμῶν.

Θεοτόκε Παρθένε ἡ τεκοῦσα, τὸν τοῦ κόσμου Σωτῆρα καὶ Δεσπότην, εὐλογημένη, αὐτὸν δυσώπει πάντοτε, οἰκτειρῆσαι τὰς ψυχὰς ἡμῶν.

Τοὺς ποιμένας, καὶ σοφοὺς Διδασκάλους, Ἱεράρχας, Χριστοῦ τῆς Ἐκκλησίας, σὺν τοῖς Ὁσίοις, πάντες ἀνυμνήσωμεν, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Κατὰ χρέος, Βασίλειος ὁ μέγας, καὶ σὺν τούτῳ, ὁ πολύαθλος ὄντως, ὑμνείσθω Ἀθανάσιος ἐν ᾄσμασι, μετὰ Γρηγορίου, τοῦ θεολογίαις, ἐξάρχοντος ἁπάντων.

Ἰωάννην, τὸ χρυσορρῆμον στόμα, σὺν Κυρίλλοις, τοῖς θεοσόφοις στύλοις, δοξάσωμεν ὡσαύτως καὶ Ἡσύχιον, ἄλλον θεολόγον, σὺν τῷ θεηγόρῳ, καὶ θείῳ Μελετίῳ.

Γρηγορίῳ, δόξα τῶν Νυσσαέων, σὺν τοῖς δύῳ, θαυματουργοῖς Πατράσι, καὶ ὁ σοφὸς τὰ θεῖα Ἐπιφάνιος, σὺν Ἀμφιλοχίῳ, τῷ λαμπρῷ φωστῆρι, ὑμνείσθω εἰς αἰῶνας.

Μητροφάνην, τῶν Ἱερέων κλέος, σὺν Νεκταρίῳ Ἀττικῷ Γενναδίῳ, μεθ’ ὧν καὶ Ἀνατόλιον ὑμνήσωμεν, τοὺς ζωολαμπτῆρας, ἅμα Εὐσεβείῳ καὶ Πρόκλῳ τοῖς πανσόφοις.

Νικολάῳ, τῷ ἱεροκηρύκῳ, Σωφρονίῳ, τῷ ὄντως μελιγλώττῳ, σὺν Εὐλαλίῳ ᾄδω καὶ Διάδοχον, ἅμα Εὐσταθίῳ, Ἰουβεναλίῳ, τοῖς πατροκορυφαίοις.

Τὰς ἰάσεις, ψυχῶν τε καὶ σωμάτων, ὡς ἐκ κρήνης, τῆς λάρνακος βρυούσης, τῶν Ἀθλοφόρων πίστει ἀρυσώμεθα, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τούς αἰῶνας.

Ὡς Μονάδα, τῇ οὐσίᾳ ὑμνῶ σε, ὡς Τριάδα, τοῖς προσώποις σε σέβω, πάτερ, Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς Βασιλείας, δοξάζω εἰς αἰῶνας.

Σὺ τὸ Ὄρος, τοῦ Θεοῦ ἀνεδείχθης, Θεοτόκε, ἐν ᾧ Χριστὸς οἰκήσας, θείους ναοὺς εἰργάσατο τοὺς ψάλλοντας· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

Τὶς τὴν παρρησίαν, ἐρεύξεται Ἀμβροσίου; τοῦ Ἱεροθέου δέ, πῶς τὴν σοφίαν ἐξείποι; καὶ Ἀλεξάνδρων τῶν θεοσόφων Πατέρων, τὴν ὑπὲρ τῆς πίστεως στερρότητα;

Φαίδιμος ὁ θεῖος, Σπυρίδων ὁ θεοφόρος, σὺν τῷ Ἀντιπάτρῳ, Παμβῷ, Παλλαδίῳ, καὶ Νόννῳ, Ἱερωνύμῳ, καὶ Γερμανῷ τῷ παντίμῳ, ὡς θεοφωστῆρες ἀνυμνείσθωσαν.

Ὁ πολὺς τὰ θεῖα, Διονύσιος τιμάσθω, ὡς τῶν οὐρανίων μύστης, ὁ πολύαθλος Κλήμης, Φλαβιανός τε, καὶ Παῦλος ὁ μέγας, τῆς ὁμολογίας οἱ προκήρυκες.

Μιχαὴλ Συνάδων, ὑμνείσθω σὺν Ταρασίῳ, Νικηφόρος αὖθις, σὺν Θεοδώρῳ τῷ πάνυ, καὶ Θεοφάνης, ὁ Ἱερώνυμος ὄντως, οἱ ὑπασπισταὶ τῶν χαρακτήρων Χριστοῦ.

Πέτρος καὶ Ἰγνάτιος, οἱ ὄντως θεοφόροι, ὡς Χριστοῦ ἀπόστολοι, καὶ ἱερόαθλοι ὄντες, ἀνυμνείσθωσαν ἅμα σὺν Πολυκάρπῳ, καὶ Κυπριανῷ τῷ χριστομάρτυρι.

Ὅσιοι Πατέρες, καὶ Ἱεράρχαι Κυρίου, σὺν Ἱερομάρτυσι, καὶ Γυναιξὶν ἁγίαις, ὀνομαστοὶ καὶ ἀνώνυμοι πάντες, εὔξασθε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἐν ταῖς οὐρανίαις, μοναῖς τῆς δόξης Κυρίου, σὺν χοροῖς τῶν Μαρτύρων, καὶ Ἀποστόλων τρυφῶντες, ὑπὲρ ἡμῶν τῶν ἐν γῇ τὰς αἰτήσεις, Μάρτυρες τῷ κτίστῃ προσαγάγετε.

Ὁ εἷς ἐν Τριάδι Θεός, δόξα σοι ἀπαύστως· εἰ γὰρ καὶ Θεὸς ἕκαστον, ἀλλ’ εἷς τῇ φύσει πέλεις, ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ πνεῦμα, τοῖς τρισσοφαέσιν ἰδιώμασι.

Βάτον καιομένην πυρί, καὶ μὴ φλεγομένην, προεώρα πάλαι Μωσῆς, ἐν Σιναίῳ τῷ, ὄρει, σὴν θεόδεκτόν σου γαστέρα Παρθένε, ὑποδεχομένην τὸ ἀκήρατον πῦρ.