Ορθόδοξη πίστη

Προσευχή προς τον Χριστό

4 Νοεμβρίου 2009

ICXC SINAI

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, έλέησόν με.

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, βοήθει μοι.

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, εμφύτευσον τον φόβον σου εις την καρδίαν μου.

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, καθήλωσον εκ του φόβου σου τας σάρκας μου.

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, σκέπασόν με από πάσης πονηρός επιβουλής του αντικειμένου.

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, σκέπασόν με από συστροφής πονηρευομένων ορατών και αοράτων έχθρων.

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, άποδίωξον τους πονηρούς και αισχρούς και βλάσφημους λογισμούς και γογγυσμούς εκ της αθλίας και ταλαιπώρου μου ψυχής.

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, άποδίωξον άπ’ έμού πάντα έχθρόν και πολέμιον ορατόν και αόρατον.

Κύριε Ιησού Χριστέ, ποίησον το συμφέρον εις έμέ.

Ιησού, Υιέ του Θεού, ελέησόν με.

Ιησού, Υιέ του Θεού, βοήθει μοι.

Ιησού, το σωτήριον όνομα, σώσόν με.

Ιησού, η σωτηρία μου, στήριξόν με εις τον φόβον σου.

Ιησού, Υιέ του Θεού, καθάρισαν με από πάσης ακαθαρσίας και ανομίας.

Ιησού, Υιέ του θεού, δίδαξόν με του ποιείν το θέλημά σου το άγιον και τηρείν τας εντολάς σου.

Ιησού, Υιέ του Θεού, σκέπασόν με από της γλώσσης μου.

Ιησού, Υιέ του Θεού του ζώντος, διαφύλαξαν με την ήμέραν ταύτην και την νύκτα αναμάρτητον, ασκανδάλιστον, και ανεπηρέαστον από πάσης πονηράς επιβουλής του μισοκάλου και ψυχοφθόρου διαβόλου.

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, ελευθέρωσόν με εκ πάντων των παθών.

Κύριε Ιησού Χριστέ, λύτρωσαί με από της άγνωσίας και της λήθης.

Κύριε Ιησού Χριστέ, ρύσαί με από παντός πειρασμού και προλήψεως.

Κύριε Ιησού Χριστέ, δος πένθος και ταπείνωσιν εν τή καρδία μου.

Κύριε Ιησού Χριστέ, δος μοι κλαυθμόν διηνεκή και κατάνυξιν και μνήμην θανάτου.

Ιησού, Υιέ του Θεού, άνοιξον τους οφθαλμούς της καρδίας μου, ίνα ίδω την ωφέλειαν της προσευχής και της αναγνώσεως.

Ιησού, Υιέ του Θεού, δίδαξόν με πώς δει προσεύχεσθαι και επικαλείσθαι το όνομά σου το άγιον.

Ιησού, Υιέ του θεού και Θεέ γλυκύτατε, ο δι’ εμέ σαρκί σταυρόν και θάνατον υπομείνας, ως οίδας και ως θέλεις ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.