Άγ. Ιωακείμ Βατοπαιδινός

Μνήμη Ανακομιδής των λειψάνων του Αγ. Ιωακείμ του Παπουλάκη του Βατοπαιδινού (23 Μαΐου)

23 Μαΐου 2010

ΧΑΙΡΕΤΙΣΜΟΙ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΙΩΑΚΕΙΜ ΤΟΝ ΠΑΠΟΥΛΑΚΗΝ, ΤΟΝ ΒΑΤΟΠΑΙΔΙΝΟΝ

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

 Κοντάκιον. Ήχος πλ. δ’. Τη Υπερμάχω.

Ιθακησίων λαμπαδούχον τον περίλαμπρον, Ιωακείμ πιστούς αρτίως τον φωτίσαντα, τοις αυτού πυρφόροις λόγοις και θαυμασίοις, ως μονής Βατοπαιδίου της εν Άθωνι, ευκοσμίαν και αζύγων κλέος μέλψωμεν, ανακράζοντες· Χαίροις, Πάτερ θειότατε.

 Άγγελος εν Ιθάκη, αμπεχόμενος άρτι, στολήν Ιωακείμ δερματίνην (εκ γ’ ), πεφηνώς σωτηρίαν πιστών, μέσω μυστηρίων του Χριστού άγγελμα, εκόμισας και άπαντας, διήγειρας θερμώς βοάν σοι·

Χαίρε, ακτίς ουρανίου φέγγους·

χαίρε, πυξίς του αρρήτου κάλλους.

Χαίρε, Ιονίου πελάγους αγίασμα·

χαίρε, θεοσδότου ισχύος εκπύρσευμα.

Χαίρε, κήρυξ ιερώτατε εν Χριστώ καινής ζωής·

χαίρε, σάλπιγξ πνευματόφθογγε μετανοίας σωστικής.

Χαίρε, Βατοπαιδίου του σεμνείου κοσμήτορ·

χαίρε, της ψυχοτρόφου αρετής υφυγήτορ.

Χαίρε, εχθρού ο λύσας σοφίσματα·

χαίρε, Θεού φυλάξας εντάλματα.

Χαίρε, ηθών ακραιφνών φυτοκόμε·

χαίρε, παθών ζοφερών ριζοτόμε·

Χαίροις, Πάτερ θειότατε.

 Βλέμμα το της ψυχής σου, προς Θεόν ανατείνων, σοφέ Ιωακείμ παιδιόθεν, ολοψύχω προσήλθες σπουδή, του Βατοπαιδίου τη μονή Όσιε, εν η αζύγων έκτυπον, εδείχθης ασιγήτως ψάλλων·

Αλληλούια.

 Γόνε Ιθακησίων, φιλαρέτων τοκέων, προώρως εστερήθης μητρός σου, της στοργής και της σης μητρυιάς, δυστροπίαν φεύγων ευπηθής ναύκληρος, εγένου αγαπώμενος, υφ’ όλων των σοι εκβοώντων

Χαίρε, ο ένθους εν εργασία·

χαίρε, ο μέγας εν ευσέβεια.

Χαίρε, πειθήνιων ναυτίλλων εκσφράγισμα·

χαίρε, φρονημάτων Οσίων θησαύρισμα.

Χαίρε, σύνοικον εν βίω σου ο κατέχων αρετήν· χαίρε, τίμιον διάδημα έχων την υπακοήν.

Χαίρε, ο των Αγγέλων ζηλωτής των αΰλων·

χαίρε, ο των πατέρων εραστής των Αγίων.

Χαίρε, ζυγόν εκθύμως αράμενος·

χαίρε, ζωήν αρίστην τυπούμενος.

Χαίρε, Χριστού μαθητά θεοφόρε·

χαίρε, εχθρού καταπέλτα πυρφόρε·

Χαίροις, Πάτερ θειότατε.

Δύναμιν ουρανόθεν δεδεγμένος διήγες, σοφέ Ιωακείμ εν τω πλοίω, φιλαδέλφως και ασκητικώς, τας οδούς βαδίζων της Χριστού πίστεως, νηστείας και συνέσεως, και ψάλλων τω Κυρίω πόθω·

Αλληλούια.

 Εν τινι ταξειδίω, της νηός εγγισάσης, ακτάς Χαλκιδικής αυτής λάθρα, εξελθών μάκαρ Ιωακείμ, ως διψώσα έλαφος χοροίς έδραμες, αριθμηθήναι Άθωνος, αζύγων των σοι εκβοώντων·

Χαίρε, λαμπτήρ της Χριστού αγάπης·

χαίρε, πρηστήρ της εχθρού άπατης.

Χαίρε, ο βαδίσας οδούς τελειώσεως·

χαίρε, ο ποθήσας σκηνάς αφθαρτότητος.

Χαίρε, σέλας το νεόφωτον Εκκλησίας της σεπτής·

χαίρε, γέρας το νεότευκτον βιοτής ασκητικής.

Χαίρε, ότι ανήλθες αρετής τας βαθμίδας·

χαίρε, ότι κατείδες ουρανών τας αψίδας.

Χαίρε, κανών νηστείας ευθύτατος·

χαίρε, λειμών ηδύπνευστος νήψεως.

Χαίρε, κρουνός θεοβρύτων λογίων·

χαίρε, θερμός βραβευτής των κρειττόνων.

Χαίροις, Πάτερ θειότατε.

 Ζήλω πάτερ αγίω, εμφορούμενος ήλθες, μόνην Βατοπαιδίου οικήσαι, και σαυτόν χαίρων Ιωακείμ, παραδούναι ώσπερ τω χαλκεί σίδηρος, σεμνείου τω προΐστορι Σωτήρι δε ασμένως ψάλαι·

Αλληλούια.

 Ήθους στηλογραφία, ση πολλή διακρίσει, και πλούτω ουρανίου σοφίας, μοναστών ώφθης Ιωακείμ, φωτοφόρος λύχνος του κλεινού Άθωνος, ους έπιθες κραυγάζειν σοι, φωναίς πανευλαβώς αισίαις·

Χαίρε, ο φάρος της ησυχίας·

χαίρε, ο τύπος της εγκράτειας.

Χαίρε, παλαιών ασκητών ο ομόζηλος·

χαίρε, θεαυγών μοναστών ο ομότροπος.

Χαίρε, στόμα θεοκίνητον ασιγήτων προσευχών

χαίρε, όμμα το ανύστακτον μυστικών θεωριών.

Χαίρε, ο κατευθύντωρ προς οδούς σωτηρίας·

χαίρε, ο παρακλήτωρ ευσεβούντων χορείας.

Χαίρε, κρατήρ της άνω νοήσεως·

χαίρε, πληκτήρ ζωής της αμείνονος.

Χαίρε, λαμπρέ συμπολίτα Αγγέλων·

χαίρε, δεινέ καθαιρέτα δαιμόνων.

Χαίροις, Πάτερ θειότατε.

 Θέμεθλον ώσπερ νέον, της Χριστού Εκκλησίας, εστήριξας πιστούς εν τη πίστει, τους στενάζοντας Ιωακείμ, υπ’ εκγόνων Άγαρ χαλεπώς Όσιε, ζυγόν ων χείλη ήνοιξας, τρανώς τω Λυτρωτή κραυγάζειν·

 Αλληλούια.

 Ίθυνας τους σους πόδας, ως απόστολος νέος, προς της Πελοποννήσου τας κώμας, απελάσαι ω Ιωακείμ, αγνωσίας ζόφον και Χριστού όνομα, κηρύξαι το πανάγιον· διό σοι νυν βοώμεν ταύτα·

Χαίρε, ο κήρυξ της αληθείας·

χαίρε, ο όρπηξ της ευσέβειας.

Χαίρε, Αποστόλων των θείων διάδοχος·

χαίρε, μυστηρίων Αγίων διάκονος.

Χαίρε, πόμα το ηδύγευστον του Χριστού υποθηκών·

χαίρε, στόμα το θεόσοφον διδαγμάτων θεϊκών.

Χαίρε, ότι διήλθες πλείστας κώμας κηρύττων·

χαίρε, ότι μετέσχες της χαράς των Αγγέλων.

Χαίρε, πιστών ο θείος διδάσκαλος·

χαίρε, σοφών κηρύκων διάκοσμος.

Χαίρε, ψυχάς ο διψώσας ποτίσας·

χαίρε, ξηράς ο πιάνας καρδίας·

 Χαίροις, Πάτερ θειότατε.

 Καύχημα μονοτρόπων, υποδούλων Ελλήνων, εγνώσθης απλανής ποδηγέτης, και διδάσκαλος Ιωακείμ, της ελευθερίας εν Χριστώ Όσιε· στηρίζων όθεν απαντάς, διήγειρας αυτούς κραυγάζειν·

 Αλληλούια.

 Λάμπων ταις λαμπηδόσι, προσφοράς σου αόκνου, προς στένοντας και χειμαζόμενους, ως λαμπτήρ θείος Ιωακείμ, τους διωκομένους σαις βολαίς ηύγασας, ενθέρμου προστασίας σου, και έπειθες αυτούς βοάν σοι·

Χαίρε, λαμπάς της Χριστού αγάπης·

χαίρε, χαράς ακραιφνούς ο δότης.

Χαίρε, ο πυρσεύων λαού τα νοήματα·

χαίρε, ο μη στέργων εχθρού φληναφήματα.

Χαίρε, πάγχρυσον κυάθιον Παρακλήτου αγαθών·

χαίρε, πάντιμον κειμήλιον ουρανίων διδαχών.

Χαίρε, ότι ρεόντων τας επόψεις παρείδες·

χαίρε, ότι απάντων γεηρών υπερείδες.

Χαίρε, πιστών θεόσδοτον έρεισμα·

χαίρε, λαμπρόν θεώσεως γνώρισμα.

Χαίρε, Θεού ευσπλαγχνίας λυχνία·

χαίρε, λαού ακλινής προστασία·

 Χαίροις, Πάτερ θειότατε.

 Μνήμην έχων θανάτου, αδιάπτωτον πάτερ, σεπτέ Ιωακείμ εν Ιθάκη, τη πατρίδι σου ως γλυκασμόν, σων οστέων έσχες την ευχήν Όσιε, και τέρψιν της καρδίας σου, Χριστόν ασιγήτως ήδες·

 Αλληλούια.

 Νήστις και γυμνητεύων, τον σον βίον διήλθες, εν τη υπαίθρω νήσου Ιθάκης, θεοφόρητε Ιωακείμ, νεαυγών Οσίων λαμπηδών πάμφωτε· διό οι συμπολίται σου, εβόων σοι εν ευφροσύνη·

Χαίρε, Ιθάκης η ευκοσμία·

χαίρε, αγάπης η δαδουχία.

Χαίρε, ουρανόν έχων στέγην τον έναστρον·

χαίρε, εφετών ο πόθων το ακρότατον.

Χαίρε, έσοπτρον νεόσμηκτον βιοτής αγγελικής·

χαίρε, όργανον θεόπνευστον αγωγής ασκητικής.

Χαίρε, ότι αστράπτεις ευθηνία σων έργων·

χαίρε, ότι ευφραίνεις τη φθογγή των σων λόγων.

Χαίρε, ανδρών ενθέων ο πρόβολος·

χαίρε, πολλών ράθυμων ο έλεγχος.

Χαίρε, των σων φοιτητών ο ιθύντωρ·

χαίρε, ημών ο θερμός παρακλήτωρ.

 Χαίροις, Πάτερ θειότατε.

 Ξένων βολαίς θαυμάτων, των πολλών σου ακτίσι, κατηύγασας τον καταζητούντα, αστυνόμον σε Ιωακείμ, και εάν σε έπειθες αυτόν ήσυχον, υμνείν τον Παντοκράτορα, Χριστόν νυχθήμερον και ψάλλειν·

 Αλληλούια.

 Όλος ηγιασμένος, ων αρτίως επλήσθης, απάντων αγαθών Παρακλήτου, και διέλαμψας Ιωακείμ, τοις παλαίσμασί σου τοις σεπτοίς άπασι· διό την πολιτείαν σου αγόμενοι, πιστώς βοώμεν·

Χαίρε, χαράς του Χριστού ο πλήρης·

χαίρε, ψεκάς της Αυτού αγάπης.

Χαίρε, αενάου ειρήνης κιννάμωμον·

χαίρε, θεοδέκτου πραότητος άνηθον.

Χαίρε, τύπος απαράμιλλος των αρχαίων ασκητών·

χαίρε, τόμος ο χρυσόδετος αρετών παντοδαπών.

Χαίρε, μακροθυμίας προς τον έγγιστα φάρος·

χαίρε, της εγκράτειας και συνέσεως λύχνος.

Χαίρε, λιμήν εν θλίψεσιν εύδιος·

χαίρε, ζωήν την άνω ευράμενος.

Χαίρε, απαύγασμα αγαθωσύνης·

χαίρε, εξάνθισμα ακτημοσύνης·

 Χαιροις, Πάτερ θειότατε.

 Πήραν πλήρη ανήρτας, λίθων πάτερ επ’ ώμων, βαρέων εν πεζοπορίαις, σαις εκάστοτε Ιωακείμ, ίνα σάρκα σου φθαρτήν δεινώς πάνσοφε, καταπονών το πνεύμα σου, υψοίς προς τον Θεόν, Ω  ήδες·

 Αλληλούια.

 Ράχη εν τη ενδρόσω, ιερώτατον πάτερ, εδόμησας ναόν ση προνοία, άλλον πάλιν εν τη Ανωγή, και εν τω χωρίω του Σταυρού έτερον, ως άνω οι Ιθακήσιοι, δοξάζωσι Χριστόν βοώντες·

Χαίρε, δομήτορ σκηνών αγίων·

χαίρε, ακέστωρ Ιθακησίων.

Χαίρε, Εκκλησίας εργάτης ακάματος·

χαίρε, ευσέβειας ο λάτρης και σύνοικος.

Χαίρε, δότης θείας χάριτος αιτουμένων ευλαβώς·

χαίρε, μύστης νέος πίστεως και αγάπης θησαυρός.

Χαίρε, ότι ανάγκας του λαού θεραπεύεις·

χαίρε, ότι τας γνώμας δυσσεβούντων ρυθμίζεις.

Χαίρε, γερών αΰλων συμμέτοχος·

­χαίρε, χορών Αγίων ομόσκηνος.

Χαίρε, φυτόν μυστικής ευθαλείας·

χαίρε, εικών διαυγής καρτερίας.

 Χαίροις, Πάτερ θειότατε.

 Σέμνωμα της Ιθάκης, ως κρουνός πολυχεύμων, προέχεας πιστοίς τας ιάσεις, καταφεύγουσιν Ιωακείμ, ταις σεπταίς λιταίς σου προς Θεόν Όσιε, και ύμνοις τω κρατύναντι, Χριστώ σε μελωδούσι πόθω·

Αλληλούια.

 Τις σου πνευματοφόρε, τους ατρύτους καμάτους, υμνήσει ακλινώς ούσπερ έτλης, υπέρ πάντων ω Ιωακείμ, κατατρυχομένων ασκητά ένθεε, βοώντες χαριστήριον, προσάγομέν σοι υμνον τόνδε·

Χαίρε, ο έρως αγώνων θείων·

χαίρε, το γέρας των μονοτρόπων.

Χαίρε, ευσεβούντων χαρά αναφαίρετος·

χαίρε, δυσσεβουντων αισχύνη και έλεγχος.

Χαίρε, έμψυχον ψαλτήριον παραινέσεων σοφών·

χαίρε, ήδιστον λευκάνθεμον ψυχοτροφών διδαχών.

Χαίρε, ο κακουχία το σον πνεύμα ζωώσας·

χαίρε, ο αγρυπνία την σην σάρκα νεκρώσας.

Χαίρε, φωστήρ ασκήσεως πάμφωτος·

χαίρε, λυτήρ σκοτείας θεόδοτος.

Χαίρε, αγλάισμα του Ιονίου·

χαίρε, απαύγασμα φέγγους άδυτου.

 Χαίροις, Πάτερ θειότατε.

 Ύμνοις   αξιοχρέως,   την   αγίαν   θανήν   σου,   κατέστεψε των Ιθακήσιων, η ομήγυρις Ιωακείμ, η ιδούσα σκήνος εν βροχή άβροχον, τηρούμενον το θείον σου, και κράζουσα εξισταμένη·

Αλληλούια.

 Φύλαξ και οικονόμος, και προστάτης Ιθάκης, ανύστακτος αρτίως εδείχθης, παμμακάριστε Ιωακείμ, εκπληρών αιτήματα πιστών άπαντα· ιδού γαρ τη πρεσβεία σου, προσφεύγοντες θερμώς βοώμεν·

Χαίρε, το σκεύος των χαρισμάτων·

χαίρε, το άνθος σεπτών καμάτων.

Χαίρε, ο ζηλώσας Οσίων τα σκάμματα·

χαίρε, ο πατήσας δολίου φρυάγματα.

Χαίρε, ότι κατηγλάισας της Ιθάκης τον λαόν·

χαίρε, ότι εθριάμβευσας τον μισόκαλον εχθρόν.

Χαίρε, των ιαμάτων ρείθρα πάσιν εκβλύζων·

χαίρε, θείων χαρίτων οχετούς ο προχέων.

Χαίρε, λαού οχύρωμα άσειστον·

χαίρε, Θεού ευώδες οσφράδιον.

Χαίρε, ψυχών ικετών σου επόπτα·

χαίρε, παθών ψυχοφθόρων διώκτα.

 Χαίροις, Πάτερ θειότατε.

 Χαίρων Βατοπαιδίου, ο προΐστωρ οστέα, τα θεία σου εκ γης των λαγόνων, ανεκόμισεν Ιωακείμ, προ του επισκόπου του σεμνού Όσιε, Ιθάκης και συντάγματος, αρτίως ευσεβών ψαλλόντων·

Αλληλούια.

 Ψάλλων τω Ζωοδότη, παναρμόνιον ύμνον, εν χώρα ζώντων πάτερ

μη παύση, δυσωπών θείε Ιωακείμ, υπέρ των τιμώντων την σεπτήν

μνήμην σου, εκθύμως και βοώντων σοι, φωναίς μελισταγέσι ταύτα·

Χαίρε, υμνήτωρ των αιωνίων·

χαίρε, συλλήπτωρ των σε υμνούντων.

Χαίρε, αρωγέ των πιστώς προσιόντων σοι·

χαίρε, βοηθέ μελιχρώς των ψαλλόντων σοι.

Χαίρε, τείχος και εδραίωμα σων πιστών συμπολιτών·

χαίρε, σκέπη και κραταίωμα ποντουμένων ευσεβών.

Χαίρε, φιλανθρωπίας η νεότευκτος βάσις·

χαίρε, της συμπαθείας η νεόφωτος φαύσις.

Χαίρε, ορών Χριστού την λαμπρότητα·

χαίρε, λιπών πρόσκαιρων σκαιότητα.

Χαίρε, λαμπάς φωταυγείας αφράστου·

χαίρε, χαράς κοινωνέ της αλήκτου·

 Χαίροις, Πάτερ θειότατε.

 Ω  νεόφωτε στύλε, της Χριστού Εκκλησίας, φανέ Ιωακείμ της Ιθάκης (εκ γ’ ) και φρυκτώρημα παντοδαπών, αρετών τον ύμνον ευμενώς πρόσδεξαι, των ταπεινών προσφύγων σου, και σκέπε τους Θεώ βοώντας·

Αλληλούϊα.

 ΔΙΣΤΙΧΟΝ.

Χαίρε, Ιωακείμ, της Ιθάκης κλέος,

Χαραλάμπης έκραξεν αξιοχρέως.