Συναξαριακές Μορφές

Το θαύμα της ξηρανθείσης ακάρπου Συκής

14 Απριλίου 2014

Το θαύμα της ξηρανθείσης ακάρπου Συκής

4-1024x576

 

 

ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΔΕΥΤΕΡΑ
Εἰς τὸν Ὄρθρον- Ἐκ τοῦ κατά Ματθαῖον. Κεφ. 21: 18-43

Τῷ καιρῷ ἐκείνῳ, ἐπανάγων ὁ ᾿Ιησοῦς εἰς τὴν πόλιν, ἐπείνασε· καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἦλθεν ἐπ᾿ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ, εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. Καὶ ἰδόντες οἱ Μαθηταὶ, ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; Ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς, εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν, καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· καὶ πάντα ὅσα ἐὰν αἰτήσητε ἐν τῇ προσευχῇ, πιστεύοντες, λήψεσθε.

Πηγή: optiko.net