Ειδήσεις και ΑνακοινώσειςΟρθόδοξη πίστη

Ο Πατριάρχης Αντιοχείας στην Ιερά Μονή Μαχαιρά

15 Μαΐου 2015

Ο Πατριάρχης Αντιοχείας στην Ιερά Μονή Μαχαιρά

15002

Ακολουθεί η προσφώνηση του Θεοφιλεστάτου Επισκόπου Λήδρας κ. Επιφανίου, Καθηγουμένου της Ιεράς Μονής Μαχαιρά (Σάββατο, 9 Μαΐου 2015)

Προσφώνησις τοῦ Θεοφιλεστάτου Ἐπισκόπου Λήδρας καὶ
Καθηγουμένου τῆς Ἱερᾶς Μονῆς Μαχαιρᾶ κ. Ἐπιφανίου,
ἐπὶ τῇ εὐκαιρίᾳ τῆς ὑποδοχῆς τοῦ Μακαριωτάτου
Πατριάρχου Ἀντιοχείας κ.κ. Ἰωάννου
εἰς τὴν Ἱερὰν Μονὴν Μαχαιρᾶ
τῇ 9ῃ Μαΐου 2015

Μακαριώτατε,

Ὑποδεχόμεθα τὴν Ὑμετέραν Μακαριότητα μετὰ τῆς σεπτῆς αὐτῆς συνοδείας ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἐν φωτὶ ἱλαρῷ τῆς φωτοχυσίας τοῦ πολυελέου Κυρίου καὶ τοῦ χοροῦ τῶν Ἀποστόλων καὶ τῶν Προφητῶν, ἐν σημάντροις καὶ κωδωνοκρουσίαις καὶ ἤχοις πανηγυρικοῖς ἐν τῇ πασχαλίῳ καὶ ἀναστασίμῳ περιόδῳ, ἐν εὐφροσύνῃ ψυχῆς καὶ ἀγαλλιάσει καρδίας καὶ ἀγαλλομένῳ ποδί, ἐν ἀσπασμῷ Κυρίου, ἐν Χριστῷ Ἰησοῦ ὃς ἔστι καὶ ἔσται ἐν τῷ μέσῳ ἡμῶν.

Χαιρόμεθα χαρᾷ ἀνεκφράστῳ ὅτι ἠξιώθημεν κατιδεῖν τὸ πρόσωπον Ὑμῶν ἐν τῇ ἡμετέρᾳ Μονῇ τῆς Παναγίας τοῦ Μαχαιρᾶ, ὑποδεχόμενοι αὐτὸ ἐπισήμως ἐν τῇ εἰρηνικῇ ἐπισκέψει ἐν Ἐκκλησίᾳ Κύπρου, ἀναβιβασθὲν εἰς τὸν πατριαρχικὸν θῶκον τοῦ παλαιφάτου Πατριαρχείου Ἀντιοχείας, κεκοσμημένον τὰ πατριαρχικὰ διαδήματα καὶ σύμβολα, φέρον μεθ᾽ ἑαυτοῦ τὰ στίγματα τοῦ Σταυροῦ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἐν τῷ προσφάτῳ πειρασμῷ ὃς καὶ τανῦν ἐνεργεῖται ἐν τοῖς ὁρίοις τοῦ Ὑμετέρου Πατριαρχείου.

Ἀφέντες κατὰ μέρος τὰ περὶ τῆς ἡμετέρας Μονῆς ἱστορικὰ καὶ ἄλλα, γνωστὰ εἰς τὴν Ὑμετέραν Μακαριότητα, πληροφοροῦμεν αὐτὴν ὅτι συνοδυνώμεθα καὶ συμπάσχομεν μεθ᾽ Ὑμῶν ἐν τῇ προσευχῇ καὶ ἐν τῇ θείᾳ Λειτουργίᾳ, δυσωποῦντες τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὅπως κολοβώσῃ τὰς ἡμέρας τοῦ ἐνσκήψαντος εἰς Ὑμᾶς πειρασμοῦ καὶ ὁδοποιήσῃ τὴν ἔκβασιν αὐτοῦ, τοῦ δύνασθαι Ὑμᾶς ὑπενεγκεῖν.

Πρὸς τούτοις δέ, ὡς ἐνθύμιον τῆς Ὑμετέρας ἐπισκέψεως, συνάμα δὲ βακτηρίαν καὶ παρηγορίαν εἰς τὸν πειρασμόν, ἀλλὰ καὶ ῥάβδον κατ᾽ αὐτοῦ τοῦ πειρασμοῦ καὶ τοῦ δημιουργοῦ καὶ διοργανωτοῦ αὐτοῦ, προσφέρομεν τὸν Ρωμαίικον αὐτὸν Σταυρὸν τοῦ Κυρίου, συνοδευόμενον μετὰ πολλῶν εὐχῶν καὶ προσευχῶν ἐγκαρδίων, παρακαλοῦντες Ὑμᾶς ὅπως ἐν ταῖς πρὸς τὸν Κύριον διαπύροις Ὑμετέραις προσευχαῖς, ἐνθυμεῖσθε καὶ τὴν ἐν Μαχαιρᾷ ταπεινὴν ἀδελφότητα.

Ὡς εὖ παρέστητε.

 

 

Βίντεο: Αντιφώνηση της Α.Θ.Π. του Πατριάρχη Αντιοχείας και Πάσης Ανατολής κ. κ. Ιωάννη στην προσφώνηση του Θεοφιλεστάτου Επισκόπου Λήδρας κ. Επιφανίου, Καθηγουμένου της Ιεράς Μονής ΜΑχαιρά (9 Μαΐου 2015)

 

15008

15003

15004

15007

15006

 Πηγή:  churchofcyprus.org.cy