Εἰς τὴν Σαμαρεῖτιν (Ἅγιος Ἰωάννης Χρυσόστομος)

Εἰς τὴν Σαμαρεῖτιν. Τῇ ἡμέρᾳ τῆς Μεσοπεντηκοστῆς

Φέρε τοίνυν σήμερον͵ ἀγαπητοὶ͵ καθὼς ἂν ἡ θεία χάρις δίδωσι͵ τοῖς εὐαγγελικοῖς θησαυροῖς ἐγχειρήσω μεν. Κοσμεῖ γὰρ τὸ περὶ ταῦτα φιλομαθὲς τὰς ψυχὰς͵ καὶ τὴν γηΐνην ἐκτείνει πρὸς οὐρανὸν ἕξιν. Καὶ γὰρ φιλομάθεια τὴν θαυμασίαν ἐκείνην Σαμαρεῖτιν ἐξ ὑδροφόρου κατεσκεύασεν ἔνθεον· εὑροῦσα γὰρ μαθημάτων θησαυρὸν͵ παρέδραμε· μᾶλλον δὲ οὐχ ηὗρεν͵ ἀλλ΄ ηὕρηται. Οὐ γὰρ ἀνέβαινε Χριστὸς ταῖς τῶν δεομένων ἀναζητεῖσθαι σπουδαῖς͵ ἀλλ΄ αὐτὸς ἐφ΄ ἑκάστης ὠδίνει βοηθείας· συνείχετο μεριμνῶν παραλύτους͵ συναλγῶν τοῖς πυρέττουσι͵ τὰ τῶν τυφλῶν οἰκειούμενος͵ τὴν ἐπὶ τοῖς λεπροῖς περιφέρων φροντίδα͵ τρέχων εἰς δαιμονιώντων βοήθειαν͵ ἐκπλύνων ἐῤῥυπωμένας ψυχὰς ἁπάντων͵ ὑδροφορούσαις διδάσκαλος.

Τότε γὰρ ἐκ τῆς ὁδοιπορίας κεκοπιακὼς παρεκαθέζετο τῷ φρέατι· Ὁ γὰρ Ἰησοῦς͵ φησὶν͵ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη. Ἐπάλληλος ἀπληστία φιλανθρωπίας· πρῶτον μὲν͵ ὅτι κέκμηκε͵ τῆς Σαμαρείτιδος σπεύδων προετοιμάσαι σωτηρίαν· δεύτερον͵ ὅτι ἐκαθέζετο͵ μένων σωθῆναι φανεῖσαν· τρίτον͵ ὅτι τὸν τοῦ ἀρίστου καιρὸν εἰς τὴν ὑπὲρ αὐτῆς προσεδρίαν ἀνήλισκεν. Ὥρα ἦν͵ φησὶν͵ ὡσεὶ ἕκτη. Εἰ γὰρ καὶ Θεὸς ἦν͵ ἀλλὰ τὸ φαινόμενον τοῖς τῆς φύσεως τέως περιεβέβλητο πάθεσιν͵ αἰσθανόμενος κόπων͵ ὑποκείμενος ὕπνῳ͵ διοχλούμενος πείνῃ͵ πᾶσαν ἔχων πρὸς ἡμᾶς πλὴν ἁμαρτίας συγγένειαν. Ἐνίκα δὲ ὅμως ἐν αὐτῷ τῶν σωζομένων ὁ πόθος τὸν τοῦ σώματος κόπον. Ἐβράδυνε μᾶλλον τοῦ κοπιαθέντος ἡ χρῄζουσα͵ καὶ ὁ μὴ χρῄζων παρέμενεν. Ἐφλέγετο τῷ τῆς μεσημβρίας αὐχμῷ͵ καὶ τὴν τῆς σωθησομένης παρουσίαν ἐκαιροτήρει. Ἐκαθέζετο γὰρ͵ φησὶν͵ ἐπὶ τῇ πηγῇ͵ οὐδὲ κατακλινόμενος τὴν θήραν ἀνέμενεν͵ ἀλλ΄ ὠδίνων παρασχεῖν σωτηρίαν͵ ἐν ἑτοίμῳ τῇ Σαμαρείτιδι προητοιμάζετο.

Ἡ δέ γέ που τάχα τῆς οἰκίας ἐξῄει κατὰ μικρὸν προϊοῦσα͵ γυναικικοῖς χρωμένη βαδίσμασιν͵ ἀνειμένη͵ τὴν ὑδρίαν ἐπαγομένη͵ πρὸς καρπὸν ὡς ἐν ἀγρῷ θεωρίαν ἱσταμένη πολλάκις μεταξὺ τοῦ βαδίσματος. Ὁ κατάσκοπος ἄοκνος καὶ ἀφανὴς͵ θηρευτὴς ἐπιστήμων͵ κρύψας δὲ τὸν εὐεργέτην͵ ὡς ἐνδεὴς ἐμφανίζεται· Λέγει γὰρ͵ φησὶν͵ ὁ Ἰησοῦς· Γύναι͵ δός μοι πιεῖν. Σπείρει τὴν φωνὴν͵ ὡς κόκκον ῥεμβομένη περιστερά· Δός μοι πιεῖν. Ὑποκρίνεται δίψαν ὁ ἐλθὼν αὐτῇ κεράσαι σωτηρίας ποτήριον· μᾶλλον δὲ͵ εἴ τις λεπτότερον τὴν φωνὴν μεταλλεύῃ͵ ἀληθὲς τοῦ Δεσπότου τὸ δίψος· ἐδίψα γὰρ τὴν αὐτῆς σωτηρίαν͵ καὶ δικαίως πρὸς αὐτὴν ἐβόα· Δός μοι πιεῖν. Ἔχεις͵ φησὶν͵ ἐν ἑαυτῇ κεκρυμμένην εὐγνωμοσύνης πηγήν· ἀπ΄ ἐκείνης με νᾶμα γεμίσασα πότισον.

Ἀλλ΄ οὐκ ᾐσθάνετο τῶν αἰνιγμάτων τὸ γύναιον͵ ψιλῇ δὲ φωνῇ προσέχουσα· Πῶς σὺ͵ Ἰουδαῖος ὢν͵ παρ΄ ἐμοῦ πιεῖν αἰτεῖς͵ οὔσης γυναικὸς Σαμαρείτιδος; Μεθ΄ ὁδοιπορίας κόπου δίκη τῷ Χριστῷ δογμάτων ἀπήντησεν· ἀλλ΄ ἅπαξ ἑλομένῳ τὰ ὑπὲρ ἡμῶν ἀναδέξασθαι͵ φορητὰ τὰ συμβαίνοντα. Διὰ τοῦτο καὶ τὴν ἐκ Σαμαρείτιδος ἐπιτίμησιν φέρει. ῞Ηδετο γὰρ κατιὼν τῆς ἀξίας͵ ἵνα τῆς ἁμαρτωλοῦ εὐτελείας ἀναγάγῃ τὴν ψυχήν. Ἁμαρτωλή τις εὐτέλεια τὴν Σαμαρεῖτιν κατεῖχε͵ πορνικῷ ἐῤῥυπαίνετο βίῳ͵ ἐραστὴν ἐξ ἐραστοῦ μετελάμβανε͵ γάμον εἶχε τὸν τοῦ ἔρωτος χρόνον͵ ὕπανδρος ἦν ἐρασταῖς νύμφη͵ χήρα τις διαπαντὸς καὶ νεόγαμος· μᾶλλον δὲ οὔτε χήρα καθαρῶς͵ οὔτε νύμφη· οὔτε γὰρ θανάτῳ τὸν πρῶτον κεχώριστο͵ οὔτε γάμοις νομικοῖς τοῖς δευτέροις συνήπτετο.

Τούτου μάρτυς πρὸς αὐτὴν ὁ Δεσπότης· Καλῶς͵ φησὶν͵ εἶπας ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες͵ καὶ νῦν ὃν ἔχεις͵ οὐκ ἔστι σου ἀνήρ. Τοῦτο 61.744.10 ἀληθὲς εἴρηκας. Ἀλλ΄ ἦν μαργαρίτης βορβόρῳ φυρόμενος͵ καὶ τὸν τοιοῦτον οὐκ ἔλαθεν ἔμπορον· τῆς γὰρ ψυχῆς αὐγὰς ἐδείκνυ τοῖς ῥήμασι. Πῶς σὺ͵ φησὶν͵ Ἰουδαῖος ὢν͵ παρ΄ ἐμοῦ πιεῖν αἰτεῖς͵ οὔσης γυναικὸς Σαμαρείτιδος; Πῶς σύ; Καὶ τὸ͵ Σύ͵ θυμουμένης. Πῶς ζητεῖς παρ΄ ἐμοῦ πιεῖν; Εἰ μὲν ὡς ταὐτά μοι φρονῶν͵ ἔσομαί σοι πρὸς τὴν αἴτησιν ἕτοιμος· εἰ δὲ τὰ Ἰουδαίων ποθεῖς͵ μὴ ζήτει παρ΄ ἀλλοφύλων δεξίωσιν· μὴ δῶρον͵ ὅπερ ἀποφεύγεις͵ ἀπαίτει.

Ἐνόμιζεν ἡ Σαμαρεῖτις διὰ τὴν τῆς δίψης ἀνάγκην τὸν Κύριον Σαμαρειτικῇ σαγηνεύειν λατρείᾳ· οὐκ ᾔδει δὲ δεσμουμένη τοῖς ῥήμασιν· ἐδέδετο γὰρ τῇ πρὸς τὸν Κύριον ἀποκρίσει͵ μᾶλλον δὲ ταῖς παρὰ τοῦ Κυρίου πρὸς αὐτὴν φωναῖς· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ͵ καὶ τίς ἐστιν ὁ λέγων σοι͵ Δός μοι πιεῖν͵ σὺ ἂν ᾔτησας αὐτὸν͵ καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Ἐπειδή μου͵ φησὶ͵ διασύρεις τὴν δίψαν͵ καὶ καλεῖς Ἰουδαῖον πρὸς ὑμᾶς ἀκοινώνητον͵ μάθε πολὺ τῆς ἐπ΄ ἐμοὶ σφαλλομένη δοκιμασίας. Οὐκ οἶδάς μου τὴν ἀληθῆ γενεὰν͵ οὐκ οἶδας τὴν παρ΄ ἐμοῦ φιλοτιμίαν οὖσαν πολλὴν͵ οὐκ οἶδας οἵα εὔροια τῆς πηγῆς παρ΄ ἐμοί· εἰ γὰρ ᾔδεις ᾔτησας ἄν· νῦν δὲ ἀγνοοῦσαν οὐ μέμφομαι͵ αἰτησάσῃ δὲ δίδωμι.

Πρὸς ὄρεξιν δίψης τὴν μὴ διψῶσαν κινεῖ πρὸς χρείαν ποτοῦ τὴν ποτίζουσαν στρέφει· τέτρωτο γοῦν τοῖς λόγοις τὸ γύναιον͵ καὶ τῷ τοῦ ὕδατος πόθῳ ἥλω. Προσπεσοῦσα γὰρ πρὸς τὸν Κύριον ἔλεγε͵ Κύριε͵ δός μοι τοῦτο τὸ ὕδωρ͵ ἵνα μὴ διψῶ͵ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. Ἡ τὸ πρὶν ποτίζειν ἠξιωμένη͵ νῦν ἀξιοῖ ποτισθῆναι. Αἱ γὰρ εὐγενεῖς γνῶμαι εὐγέωργοι τυγχάνουσιν· οἵα τις ἦν ἡ τῆς μακαρίας ταύτης Σαμαρείτιδος γνώμη͵ οἷος ὁ τρόπος κεκαθαρμένος ἀκανθῶν ἀπιστίας͵ οὐκ ἔχων Ἰουδαϊκὴν βασκανίαν.

Αὕτη γὰρ τὸν Μεσσίαν προσδοκῶσα͵ καὶ τυχοῦσα τῆς αὐτοῦ θεϊκῆς διδασκαλίας͵ ἐπίστευσεν εἰλικρινῶς· καὶ οὐ μόνη τὸ δῶρον κατέσχεν͵ ἀλλὰ καὶ τοὺς ἑαυτῆς πολίτας ἔπεισε πρὸς αὐτὸν δραμεῖν͵ ἀποστολικῶς κηρύξασα; Δεῦτε͵ ἴδετε ἄνθρωπον͵ ὃς εἶπέ μοι πάντα͵ ὅσα ἐποίησα. Μήτι οὗτός ἐστιν ὁ Χριστός; Ὢ γυναικὸς σοφῆς ἠπίστατο ὅτι γυνὴ ἀπαράδεκτός ἐστιν εἰς μαρτυρίαν· διὰ τοῦτο τοὺς ἄνδρας τῆς πόλεως αὐτῆς ἐπισπᾶται μάρτυρας͵ ἵνα πολλῶν πρόξενος σωτηρίας γένηται. Φησὶν οὖν ὁ εὐαγγελιστής· Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν͵ διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης͵ ὅτι· Εἶπέ μοι πάντα ὅσα ἐποίησα. Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται͵ ἠρώτων αὐτὸν μεῖναι παρ΄ αὐτοῖς. Καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. Καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ· τῇ τε γυναικὶ ἔλεγον͵ ὅτι Οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· ἡμεῖς γὰρ ἀκηκόαμεν καὶ οἴδα μεν͵ ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός.

Εἶδες͵ ἀγαπητὲ͵ τοῦ Χριστοῦ τὴν δίψαν͵ καὶ πῶς βρῶμα καὶ πόμα τὴν σωτηρίαν εἶχε τῶν πιστευόντων ἐπ΄ αὐτῷ; Ἐμὸν γὰρ͵ φησὶ͵ βρῶμά ἐστιν͵ ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς͵ καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Τούτου χάριν διψῶν ποτίζει τὴν Σαμαρεῖτιν ὕδωρ͵ ἀντλήσασα δὲ αὕτη ἐπέδωκε δαψιλῶς τοῖς πολίταις αὐτῆς ἀφθόνως τὴν τοῦ Κυρίου δωρεάν. Διὰ ταύτης ὁ τοῦ Ἀβραὰμ δῆμος Σαμαρειτικῆς γνώμης δυσμαθέστερος· τοῖς μὲν γὰρ οὐδὲ τὰ παρὰ τὸν ναὸν ὠφέλει μαθήματα· τῇ δὲ καὶ ἡ παρὰ τὸ φρέαρ διάλεξις ὠφέλει. Περιθώμεθα τοίνυν τὰ τῆς Σαμαρείτιδος εἰς ἑαυτοὺς καλὰ͵ ζῆλον οἰκειωσώμεθα θεῖον͵ φιλομαθίαν ποθήσωμεν εὐγνώμονα ἡμεῖς· κἂν ἐν ἐκκλησίᾳ διαλεγώμεθα τὰ θεῖα͵ νομίσωμεν καὶ 61.745 πρὸς ἡμᾶς λέγεσθαι τὸ πρὸς ἐκείνην παρὰ τοῦ Δεσπότου Χριστοῦ͵ Τοὺς προσκυνοῦντας τὸν Θεὸν͵ ἐν 61.746 πνεύματι καὶ ἀληθείᾳ δεῖ· προσκυνεῖν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πηγή: agiazoni.gr